Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.355 Joseph. AJ 16.360 (English) >>Joseph. AJ 16.366

16.358Καῖσαρ μὲν τοιαῦτα ἐπέστελλεν. δὲ Ἡρώδης τῶν γραμμάτων ὡς αὐτὸν ἀπενεχθέντων περιχαρὴς μὲν εὐθὺς ἐπὶ ταῖς διαλλαγαῖς ἐγεγόνει, περιχαρὴς δὲ καὶ τῷ πάντʼ ἐξεῖναι κατὰ τῶν παίδων αὐτῷ. 16.359καί πως τὸ μὲν οὐκ εὖ πράττειν ἐν τῷ προτέρῳ χαλεπὸν μὲν ἀλλʼ οὔτε θρασὺν οὔτε προπετῆ πρὸς τὴν ἀπώλειαν τῶν τέκνων παρεῖχεν αὐτόν, ἐν δὲ τῷ τότε μεταβολῆς ἀμείνονος καὶ παρρησίας ἐπιλαβόμενος τὸ μῖσος ἐκενοδόξει τὴν ἐξουσίαν. 16.360διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς· ἐκεῖνον δὲ διʼ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι. 16.361

Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῷ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι. 16.362μόνος δὲ καὶ κατʼ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν πατὴρ ἐπὶ παισὶν εἴποι· 16.363βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα διʼ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.355 Joseph. AJ 16.360 (English) >>Joseph. AJ 16.366

Powered by PhiloLogic